Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.79 | Dem. 24.82 (English) | >>Dem. 24.85 |
24.81καίτοι τί ποτʼ ἦν διʼ ὃ προσγράψαι σαφῶς ὤκνησεν “τὴν δʼ ἀρχὴν τὸν ὀφλόντα φυλάττειν τέως ἂν καταστήσῃ τοὺς ἐγγυητάς ;” πότερʼ οὐχὶ δίκαιον ; εὖ οἶδʼ ὅτι πάντες ἂν φήσαιτε . ἀλλʼ ἐναντίον ἦν τινὶ τοῦτο νόμῳ ; οὔκ , ἀλλὰ μόνον κατὰ τοὺς νόμους . τί ποτʼ οὖν ἦν ; οὐδὲν ἂν ἄλλο τις εὕροι πλὴν ὅτι οὐχ ὅπως δώσουσι δίκην ὧν ἂν ὑμεῖς καταγνῶτʼ ἐσκόπει , ἀλλʼ ὅπως μή .
εἶτα πῶς γέγραπται μετὰ ταῦτα ; “καθιστάναι τοὺς ἐγγυητὰς ἦ μὴν ἐκτείσειν τὸ ἀργύριον ὃ ὦφλεν .” ἐνταυθὶ πάλιν τῶν ἱερῶν μὲν χρημάτων τὴν δεκαπλασίαν ὑφῄρηται , τῶν δʼ ὁσίων , ὁπόσων ἐν τῷ νόμῳ διπλασιάζεται , τὸ ἥμισυ . πῶς δὴ τοῦτο ποιεῖ ; γράψας ἀντὶ μὲν τοῦ τιμήματος τὸ ἀργύριον , ἀντὶ δὲ τοῦ “τὸ γιγνόμενον ,” “ὃ ὦφλεν .”
24.83διαφέρει δὲ τί ; εἰ μὲν ἔγραψε καθιστάναι τοὺς ἐγγυητὰς ἦ μὴν ἐκτείσειν τὸ τίμημα τὸ γιγνόμενον , προσπεριειλήφει τοὺς νόμους ἂν καθʼ οὓς τὰ μὲν διπλᾶ , τὰ δὲ καὶ δεκαπλᾶ γίγνεται τῶν ὀφλημάτων · ὥστʼ ἐκ τούτων ἦν ἀνάγκη τοῖς ὀφλοῦσιν τὸ γεγραμμένον τʼ ἐκτίνειν καὶ τὰς ἐκ τῶν νόμων προσούσας ζημίας καταβάλλειν . νῦν δʼ ἐν τῷ γράψαι “τὴν κατάστασιν εἶναι τῶν ἐγγυητῶν ἦ μὴν ἐκτείσειν τὸ ἀργύριον ὃ ὦφλεν ,” ἐκ τῆς λήξεως καὶ τῶν γραμμάτων ἐφʼ οἷς ἕκαστος εἰσήχθη ποιεῖ τὴν ἔκτισιν , ἐν οἷς πᾶσιν ἁπλοῦν ὅ τις ὦφλεν ἀργύριον γέγραπται .
24.82
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.79 | Dem. 24.82 (English) | >>Dem. 24.85 |